P.Mich. 8 491 |
Ἀπολινᾶρις Ταήσι τῇ μητρεὶ καὶ κυρίᾳ
πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε
ὑγειαίνειν κἀγὼ αὐτὸς ὑγειαίνω καὶ τὸ προσκύνη-
μά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γεινώσκειν σε
θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην 5
Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς.
οὔπω δὲ τὴν κετυρίαν μου ἔγνων· οὐ γὰρ ἀπε-
ληλύτειν εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην
ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε,
μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τό- 10
πον ἦλθον. καλῶς δὲ ποιης γράψασσά μοι ἐπιστο-
λὴν πε[ρ]ὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ
τῶν σῶν πάντων. καὶ γὼ εἴ τινα ἐὰν εὕρω γράφω
σοι· οὐ μὴ ὀκνήσω σοι γράφιν. ἀσπάζομαι τοὺς ἀ-
δελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέ- 15
κνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ.
ἀσπάζ[ο]μαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ
τέκν[α] αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς.
ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνο-
μα. 20
ἐρρῶσθαί σε εὔχομαι.
p.mich.8.491
La Traducción está disponible en el Blog de Fernando Lillo Redonet
No hay comentarios:
Publicar un comentario