Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηθύν,
κυανόπεπλον ἄνασσαν, εὔτροχα κυμαίνουσαν,
αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.
Θραύουσ αἰγιαλοῖσι πέτρῃσί τε κύματα μακρά,
εὐδινοῖς ἁπαλοῖσι γαληνιόωσα δρόμοισιν, - 5
ναυσὶν ἀγαλλομένη, θηροτρόφος, ὑγροκέλευθε·
μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν
καὶ πάσης πηγῆς νυμφέων νασμοῖσι βρυούσης·
κλῦθί μου, ὦ πολύσεμνε, καὶ εὐμενέουσ ἐπαρήγοις,
εὐθυδρόμοις οὖρον ναυσὶν πέμπουσα, μάκαιρα. - 10
Via: Heliodromion
No hay comentarios:
Publicar un comentario